Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἰνοτόκων βλάστησε φυτῶν εὐάμπελος ὕλη,
  2. ὑγρὸν ἀναβλύζουσα βεβυσμένον ὄγκον ἐέρσης·
  3. καὶ πολὺς ὄρχατος ἦεν, ὅπῃ, στοιχηδὸν ἀνέρπων,
  4. σείετο φοινίσσων ἐπὶ βότρυϊ βότρυς ἀλήτης·
  5. ὧν ὁ μὲν ἡμιτέλεστος ἑὰς ὠδῖνας ἀέξων,
  6. αἰόλα πορφύρων, ἑτερόχροϊ φαίνετο καρπῷ
  7. ὃς δὲ φαληριόων ἐπεπαίνετο σύγχροος ἀφρῷ,
  8. καἰ πολὺς ὤθεεν ἄλλος ὁμόζυγα γείτονα γείτων
  9. ξανθοφυής, ἕτερος δὲ φυὴν ἰνδάλλετο πίσσῃ
  10. περκάζων ὅλον ἄνθος, ἀπʼ οἰνοτόκων δὲ πετήλων
  11. σύμφυτον ἀγλαόκαρπον ὅλην ἐμέθυσσεν ἐλαίην·
  12. ἄλλου δʼ ἀρτιχάρακτος ἐπέτρεχεν ὄμφακι καρπῷ
  13. βότρυος ἀργυφέοιο μέλας αὐτόσσυτος ἀήρ,
  14. ὄγκῳ βοτρυόεντι φέρων σφριγόωσαν ὀπώρην
  15. καὶ πίτυν ἀντικέλευθον ἕλιξ ἔστεψεν ὀπώρης
  16. συμφερτοῖς σκιόωσα περισκεπὲς ἔρνος ἰάμνοις,
  17. καὶ φρένα Πανὸς ἔτερπε· τινασσομένους δὲ Βορῆι
  18. ἀκρεμόνας πελάσασα παρʼ ἀμπελόεντι κορύμβῳ
  19. αἱμοβαφὴς ἐλέλιζε κόμην εὐώδεα πεύκη.
  20. ἀμφὶ δέ μιν σκολιῇσι δράκων δινωτὸς ἀκάνθαις