Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χλωρὰ φιλακρήτων ἀπεσείσατο λύματα καρπῶν·
  2. ἄλλος ἄτερ θύρσοιο καὶ εὐθήκτοιο σιδήρου
  3. δεξιτερὴν ἀσίδηρον ἐπʼ ἀκρεμόνεσσι τιταίνων
  4. βότρυος εἱλικόεντος ἀπέκλασεν ἄκρα κορύμβου,
  5. ὀκλάζων ἐπίκυρτον, ἐς ἄμπελον ὄμμα τιταίνων·
  6. καὶ γλαφυρῷ κενεῶνι χυτὴν ἔστρωσεν ὀπώρην
  7. ὀγκώσας σταφυλῇσι μεσόμφαλα νῶτα χαράδρης---
  8. βότρυας εἱλικόεντας ἐπασσυτέρους θέτο κόλπῳ
  9. ἐκταδὸν ἔνθα καὶ ἔνθα, καὶ ὡς θημῶνας ἀλωῆς
  10. πλήσας κόλπον ἅπαντα συνήγαγε κοιλάδι πέτρῃ,
  11. καὶ σταφυλὴν ἐπάτησε ποδῶν βητάρμονι παλμῷ.
  12. καὶ Σάτυροι σείοντες ἐς ἠέρα θυιάδα χαίτην,
  13. ἰσοφυὲς μίμημα διδασκόμενοι Διονύσου,
  14. στικτὰ περισφίγξαντες ἐπωμίδι δέρματα νεβρῶν,
  15. Βακχείης ἀλάλαζον ὁμογλώσσου μέλος ἠχοῦς,
  16. ποσσὶ πολυσκάρθμοισι περιθλίβοντες ὀπώρην,
  17. εὔιον ἀείδοντες· ἐρισταφύλοιο δὲ κόλπου
  18. οἴνου ἀναβλύζοντος ἐπορφύροντο χαράδραι·
  19. στεινομένη δὲ πόδεσσιν ἀμοιβαίοισιν ὀπώρη
  20. λευκὸν ἐρευθαλέης ἀνεκήκιεν ἀφρὸν ἐέρσης.