Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἁβρὰ πολυσπερέων ἑτερόχροα φύλλα κορύμβων,
  2. οἷα σέθεν κνώσσοντος, ἐπαιθύσσουσι προσώπῳ
  3. αὔραις φειδομένῃσι καταψύχοντες ἀῆται,
  4. λεπταλέην ἅτε λάτρις ἐθήμονα ῥιπίδα σείει,
  5. ψυχρὸν ἑῷ βασιλῆι φέρων ποιητὸν ἀήτην.
  6. εἰ δὲ μεσημβρίζουσαν ἄγεις Φαέθοντος ἀπειλήν,
  7. σῆς σταφυλῆς προκέλευθος ἐτησιὰς ἔρχεται αὔρη
  8. δίψιον εὐνάζουσα πυρώδεος ἀστέρα Μαίρης,
  9. ὁππότε θερμαίνει σε θερειγενέος δρόμος Ὥρης
  10. θάλπων Σειριόεντι πεπαινομένην δρόσον ἀτμῷ.
  11. ἔννεπε κυδιόων, προτέρας δʼ ἔρριψε μερίμνας
  12. φάρμακον ἡβητῆρος ἔχων εὔοδμον ὀπώρην.
  13. καὶ τὰ μὲν ἀμπελόεντος ἀείδεται ἀμφὶ κορύμβου,
  14. πῶς πέλεν ἡβητῆρος ἐπώνυμος. ὑμνοπόλων δὲ
  15. ἄλλη πρεσβυτέρη πέλεται φάτις, ὥς ποτε γαίῃ
  16. οὐρανόθεν φερέκαρπος Ὀλύμπιος ἔρρεεν ἰχὼρ
  17. καὶ τέκε Βακχιάδος σταφυλῆς ποτόν, ἐν σκοπέλοις δὲ
  18. αὐτοφυὴς ἀκόμιστος ἀέξετο καρπὸς ὀπώρης·
  19. οὔ πω δʼ ἡμερὶς ἦεν ἐπώνυμος, ἀλλʼ ἐνὶ λόχμαις
  20. ἀγριὰς ἡβώουσα πολυγνάμπτοισι σελίνοις