Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οἴνου μὴ παρεόντος ἀτερπέα δεῖπνα τραπέζης,
- οἴνου μὴ παρεόντος ἀθελγέες εἰσὶ χορεῖαι.
- εἰ δύνασαι, γλαυκῶπι, τεῆς πίε καρπὸν ἐλαίης·
- σὸν φυτὸν ἀγλαόδωρος ἐμὴ νίκησεν ὀπώρη,
- ὅττι τεᾷ λιπόωντι δέμας χρίουσιν ἐλαίῳ
- ἄνδρες ἀεθλητῆρες ἀτερπέες, αἰνοπαθὴς δὲ
- εὐνέτιν ἠὲ θύγατρα βαλὼν ξυνήονι πότμῳ,
- ἤ τεκέων φθιμένων ἤ μητέρος ἤ γενετῆρος
- ἀνὴρ πένθος ἔχων, ὅτε γεύσεται ἡδέος οἴνου,
- στυγνὸν ἀεξομένης ἀποσείσεται ὄγκον ἀνίης.
- Ἄμπελε, καὶ μετὰ πότμον ἐυφραίνεις φρένα Βάκχου·
- πᾶσιν ἐμοῖς μελέεσσιν ἐγῶ σέο πῶμα κεράσσω.
- ἀμφὶ δὲ δένδρεα πάντα κάτω νεύοντι καρήνῳ
- εἴκελα λισσομένῳ κυρτούμενον αὐχένα κάμπτει,
- ὑψιτενῆ δὲ πέτηλα γέρων ἐκλίνατο φοῖνιξ·
- ἀμφὶ δὲ μηλείῃ τανύεις πόδας, ἀμφὶ δὲ συκῇ
- χεῖρας ἐφαπλώσας ἐπερείδεαι, ὑμετέρην δέ,
- δμωίδες ὣς δέσποιναν, ἐλαφρίζουσιν ὀπώρην,
- εὖτε τιταινομένων πετάλων ἑλικώδεϊ παλμῷ
- ἀμφιπόλων ὑπὲρ ὦμον ἀνέρχεαι· ἀγχιφύτων δὲ