Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὅττι πολυτρίπτοιο νέαις λιβάδεσσιν ὀπώρης
  2. σὸν ποτὸν ἄνθεα πάντα δεδέξεται· ἕν ποτὸν ἔσται
  3. μιγνύμενον πάντεσσι, καὶ εἰς μίαν ἵξεται ὀδμὴν
  4. ἄνθεσι παντοίοις κεκερασμένον· εἰαρινὴν γὰρ
  5. κοσμήσει τεὸν ἄνθος ὅλην λειμωνίδα ποίην.
  6. εἶξον ἐμοί, κλυτότοξε, πολυθρήνων ὅτι φύλλων
  7. πενθαλέῳ μίτρωσας ἀπενθέα βόστρυχα δεσμῷ·
  8. αἴλινα σοῖς πετάλοισι χαράσσεται· εἰ δʼ ἐνὶ κήπῳ
  9. στέμμα φέρει κλυτότοξος, ἐγὼ γλυκὺν οἶνον ἀφύσσω,
  10. καὶ στέφος ἱμερόεν περιβάλλομαι, ἡδυπότην δὲ
  11. ἔνδον ἐμῆς κραδίης ὅλον Ἄμπελον αὐτὸν ἀείρω.
  12. εἶξον ἐρισταφύλῳ, κορυθαιόλος· αἱματόεις γὰρ
  13. σπένδει λύθρον Ἄρηι, καὶ ἀμπελόεις Διονύσῳ
  14. βότρυος οἰνωθέντος ἐρευθιόωσαν ἐέρσην.
  15. Δηώ, ἐσυλήθης μετὰ Παλλάδος· οὐ γὰρ ἐλαῖαι
  16. εὐφροσύνην τίκτουσι, καὶ οὐ στάχυς ἀνέρα θέλγει,
  17. ὄγχνη καρπὸν ἔχει μελιηδέα, μύρτος ἀέξει
  18. ἄνθεα κηώεντα, καὶ οὐ φρενοθελγέι καρπῷ
  19. ἀνδρομέας ἀνέμοισιν ἀκοντίζουσι μερίμνας·
  20. ὑμείων γενόμην πολὺ φέρτερος· ἡμετέρου γὰρ