Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κρύψεν ὕδωρ, οὐ ξυνὸς ἔχει τάφος· ἀλλὰ καὶ αὐτὴ
  2. μορφὴν ὑμετέρην ᾐδέσσατο γαῖα καλύψαι·
  3. ἀλλὰ φυτόν σε τέλεσσε πατὴρ ἐμὸς υἷα γεραίρων,
  4. σὸν δέμας εἰς γλυκὺ νέκταρ ἄναξ ἤμειψε Κρονίων.
  5. οὐ φύσις, ὡς γραπτοῖσι Θεραπναίοισι κορύμβοις,
  6. αἴλινον ἀκλαύτοισι τεοῖς ἐχάραξε πετήλοις·
  7. χροιὴν δʼ ὑμετέρην καὶ ἐν ἔρνεσι, κοῦρε, φυλάσσεις·
  8. σῶν μελέων ἀκτῖνα τεὴ κήρυξε τελευτή·
  9. οὔ πώ σε προλέλοιπεν ἐρευθαλέη σέο μορφή.
  10. ἀλλά τεοῦ θανάτου τιμήορος οὔ ποτε λήξω
  11. θυομένῳ τεὸν οἶνον ἐπισπένδων ὀλετῆρι
  12. ἀνδροφόνῳ. σὺ δὲ μῶμον Ἁμαδρυάδεσσιν ἀνάπτεις
  13. σοῖς ἐρατοῖς πετάλοισιν· ἀπʼ εὐόδμων δὲ κορύμβων
  14. ἰκμάδες ὑμετέρων με περιπνείουσιν Ἐρώτων.
  15. καρπὸν ἐγὼ μήλοιο πότε κρητῆρι κεράσσω;
  16. νεκταρέῳ πότε σῦκον ἐπιστάξαιμι κυπέλλῳ;
  17. σῦκον ὁμοῦ καὶ μῆλον ἕχει χάριν ἄχρις ὀδόντων.
  18. οὐ δύναται φυτὸν ἄλλο τεαῖς σταφυλῇσιν ἐρίζειν·
  19. οὐ ῥόδον, οὐ νάρκισσος ἐύχροος, οὐκ ἀνεμώνη,
  20. οὐ κρίνον, οὐχ ὑάκινθος ἰσάζεται ἔρνεϊ Βάκχου,