Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πορφυρέης ἀνέφηνε νεόρρυτον ὄγκον ὀπώρης,
  2. καὶ γλυκερὸν ποτὸν εὗρε· οἰνοχύτου Διονύσου
  3. λευκὰ διαινομένων ἐρυθαίνετο δάκτυλα χειρῶν.
  4. καὶ δέπας ἀγκύλον εἶχε βοὸς κέρας· ἡδυπότου δὲ
  5. χείλεσιν ἀκροτάτοισιν ἐγεύσατο Βάκχος ἐέρσης,
  6. γεύσατο καὶ καρποῖο, καὶ ἀμφοτέροις φρένα τέρπων
  7. μῦθον ἀγηνορέοντος ἀνήρυγεν ἀνθερεῶνος·
  8. Ἀμβροσίην καὶ νέκταρ ἐμοῦ Διός, Ἄμπελε, τίκτεις·
  9. ἔρνεα δισσὰ φέρων πεφιλημένα καρπὸν Ἀπόλλων
  10. οὐ φάγε δαφνήεντα καὶ οὐ πίεν ἐξ ὑακίνθου·
  11. οὐ στάχυς ὠδίνει γλυκερὸν ποτόν· ἵλαθι, Δηώ·
  12. εἶδαρ ἐγὼ μερόπεσσι καὶ οὐ πόμα μοῦνον ὀπάσσω.
  13. Ἄμπελε, καὶ σέο πότμος ἐπήρατος· ἦ ῥα καὶ αὐτῆς
  14. εἰς σὲ καὶ εἰς σέο κάλλος ἐθηλύνθη λίνα Μοίρης,
  15. εἰς σὲ καὶ οἰκτίρμων Ἀίδης πέλεν, εἰς σέ καὶ αὐτὴ
  16. Περσεφόνη τρηχεῖαν ἑὴν ἤμειψε μενοινήν,
  17. καὶ σὲ νέκυν ζώγρησε κασιγνήτῳ Διονύσῳ.
  18. οὐ θάνες, ὡς τέθνηκεν Ἀτύμνιος· οὐ Στυγὸς ὕδωρ,
  19. οὐ φλόγα Τισιφόνης, οὐκ ἔδρακες ὄμμα Μεγαίρης·
  20. ζώεις δʼ εἰσέτι, κοῦρε, καὶ εἰ θάνες· οὐδέ σε Λήθης