Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νεβρὶς ἀεξομένης πολυδαίδαλον ἄνθος ὀπώρης,
  2. ἀμπελόεις δὲ κόρυμβος ἔην δολιχόσκιος αὐχήν,
  3. ἰσοφυὴς δʼ ἀγκῶνι τιταίνετο καμπύλος ὄρπηξ
  4. οἰδαίνων σταφυλῇσιν, ἀμειβομένου δὲ καρήνου
  5. γναμπτῆς κυρτὰ κόρυμβα τύπον μιμεῖτο κεραίης.
  6. κεῖθι φυτῶν στίχες ἦσαν ἀπείρονες· αὐτοτελὴς δὲ
  7. ὄρχατος ἀμπελόεις χλοεροὺς ὄρπηκας ἑλίσσων
  8. οἴνοπι γείτονα δένδρα νέῳ μιτρώσατο καρπῷ.
  9. καὶ νέον ἔπλετο θάμβος, ἐπεὶ τότε κοῦρος ἀθύρων,
  10. εἰς φυτὸν ὑψιπέτηλον ἑὸν πόδα λοξὸν ἑλίσσων,
  11. κισσὸς ἀερσιπότητος ἑὴν δενδρώσατο μορφήν,
  12. καὶ πέλεν ἀγκύλον ἔρνος ἐπώνυμον, ἀρτιφυῆ δὲ
  13. ὄρχατον ἡμερίδων σκολιῷ μιτρώσατο δεσμῷ.
  14. καὶ φιλίοις πετάλοισι κατάσκιον ἔσκεπε κόρσην,
  15. καὶ πλοκάμους ἐμέθυσσε φιλακρήτων ἀπὸ φύλλων
  16. κυδιόων Διόνυσος· ἀεξιφύτοιο δὲ κούρου
  17. ἄρτι πεπαινομένης ἐδρέψατο καρπὸν ὀπώρης.
  18. καὶ θεὸς αὐτοδίδακτος ἄτερ ποδὸς ἔκτοθι ληνοῦ,
  19. βότρυν ἐπισφίγγων παλάμης βεβριθότι καρπῷ,
  20. χερσὶ περιπλεκέσσι μέθης ὠδῖνα πιέζων