Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δωδεκάτῳ φρένα τέρψον, ὅπῃ νέον ἄνθος Ἐρώτων ἄμπελος εἶδος ἀνῆκεν ἐς ἀμπελόεσσαν ὀπώρην.
  2. ὣς αἱ μὲν δυτικοῖο παρʼ ὀφρύσιν Ὠκεανοῖο
  3. ἠελίου γονόεντος ἐναυτίλλοντο μελάθροις.
  4. τῇσι δὲ νισσομένῃσι συνήντεεν Ἕσπερος ἀστὴρ
  5. θρῴσκων ἐκ μεγάροιο· διεσσυμένη δὲ καὶ αὐτὴ
  6. ἀρτιφανὴς ἀνέτελλε βοῶν ἐλάτειρα Σελήνη.
  7. αἱ δὲ φερεζώοιο παρʼ ὄμμασιν Ἡνιοχῆος
  8. κάρπιμον ἴχνος ἔκαμψαν. ὁ μὲν δρόμον ἄρτι τελέσσας
  9. ἠερόθεν νόστησε· πυριγλήνου δʼ ἐλατῆρος
  10. φωσφόρος αἰγλήεις τετράζυγος ἐγγύθι δίφρου
  11. θήκατο θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,
  12. γείτονος Ὠκεανοῖο παρὰ προχοῇσι καθήρας
  13. μυδαλέων ἱδρῶτι πυριτρεφέων δέμας ἵππων·
  14. πῶλοι δʼ αὐχενίας νοτερὰς δονέοντες ἐθείρας
  15. μαρμαρέοις ὀνύχεσσιν ἐπέκτυπον αἴθοπι φάτνῃ.
  16. θυγατέρες δὲ Χρόνοιο πέριξ φλογεροῖο θοώκου
  17. ἱπτάμεναι [*](θυγατέρες ἱπτάμεναι MSS., θυγάτερας ἱπταμένας Ludwich.) στεφανηδὸν ἀτειρέος Ἡνιοχῆος
  18. τέσσαρας ἠσπάζοντο δυώδεκα κυκλάδες Ὧραι,
  19. δμωίδες Ἠελίοιο, συνήλυδες αἴθοπι δίφρῳ,
  20. μυστιπόλοι Λυκάβαντος ἀμοιβάδες· ὠγυγίῳ γὰρ