Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ Κάλαμος καλάμοισιν ἐπώνυμον ὤπασε μορφὴν
- ἰσοφυῆ, καὶ Καρπὸς ἀέξετο καρπὸς ἀρούρης.
- τοῖα παρηγορέων φιλίῳ μειλίξατο μύθῳ
- θοῦρος Ἔρως, γλυκὺ κέντρον ἐλαφρίζων Διονύσῳ.
- καὶ κινυρῇ πολὺ μᾶλλον ἱμάσσετο θυμὸν ἀνίῃ
- ἠιθέου διὰ πότμον ἀώριον.—ἀσταθέος δὲ
- θυγατέρες Λυκάβαντος, ἀελλοπόδοιο τοκῆος,
- εἰς δόμον Ἠελίοιο ῥοδώπιδες ἤιον Ὧραι·
- ὧν ἡ μὲν νιφόεντι κατάσκιον ἀμφὶ προσώπῳ
- λεπταλέον πέμπουσα κελαινεφέος σέλας αἴγλης
- ψυχρὰ χαλαζήεντι συνήρμοσε ταρσὰ πεδίλῳ,
- καὶ διερῷ πλοκαμῖδας ἐπισφίγξασα καρήνῳ
- ὀμβροτόκον κρήδεμνον ἐπεσφήκωσε μετώπῳ,
- καὶ χλοερὸν στέφος εἶχε καρήατι, χιονέῃ δὲ
- στήθεα παχνήεντα κατέσκεπε λευκάδι μίτρῃ·
- ἡ δὲ χελιδονίων ἀνέμων τερψίμβροτον αὔρην
- ἔπτυε φυσιόωσα, φιλοζεφύρου δὲ καρήνου
- εἰαρινὴν δροσόεντι κόμην μιτρώσατο δεσμῷ,
- ἀνθεμόεν γελόωσα, διαιθύσσουσα δὲ πέπλου
- ὄρθριον οἰγομένοιο ῥόδου δολιχόσκιον ὀδμὴν