Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σβέσσω θερμὸν ἔρωτα πιὼν Ἀχερούσιον ὕδωρ.
  2. εἶπεν ἀναβλύζων βλεφάρων ῥόον· ἀμφὶ δὲ νεκρῷ
  3. κυανέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,
  4. ἣν τρέφεν, ἣν κομέεσκε, καὶ ὤρεγε πενθάδα χαίτην
  5. Μαιάνδρῳ γενετῆρι, καὶ ὑστατίην φάτο φωνήν·
  6. δέξο μετὰ πλοκάμους καὶ ἐμὸν δέμας· οὐ δύναμαι γὰρ
  7. εἰς μίαν ἠριγένειαν ἰδεῖν φάος ἔκτοθι Καρποῦ·
  8. καρπῷ καὶ Καλάμῳ βιοτὴ μία, καὶ λάχον ἄμφω
  9. εἴκελον οἶστρον Ἔρωτος ἐπὶ χθονός· ὑδατόεις δὲ
  10. εἶς μόρος ἀμφοτέροισι καὶ ἐν προχοῇσι γενέσθω.
  11. τεύξατε, Νηιάδες, ποταμηίδος ὑψόθεν ὄχθης
  12. ἄκριτον ἀμφοτέροισι κενήριον, ἀμφὶ δὲ τύμβῳ
  13. γράμμασι πενθαλέοισιν ἔπος κεχαραγμένον ἔστω·
  14. Καρποῦ καὶ Καλάμοιο πέλω τάφος, οὓς πάρος ἄμφω
  15. ἀλλήλους ποθέοντας ἀμείλιχον ἔκτανεν ὕδωρ.
  16. καὶ Καλάμῳ δυσέρωτι, κασιγνήτῳ περ ἐόντι,
  17. βαιὸν ἕνα θνήσκοντι δαΐξατε βότρυν ἐθείρης,
  18. καὶ πλοκάμους ξύμπαντας ὀλωλότι κείρατε Καρπῷ.
  19. εἶπε, καὶ αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ
  20. πατρὸς ἀναινομένοιο πιὼν παιδοκτόνον ὕδωρ.