Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. διπλόον ἔπλεκε κῶμον Ἀδώνιδι καὶ Κυθερείῃ·
  2. ἄλλη ἅμα γνωτῇσι θαλυσιὰς ἔστιχεν Ὥρη,
  3. καὶ στάχυν ἀκροκόμοισι περιφρίσσοντα κορύμβοις
  4. δεξιτερῇ κούφιζε καὶ ὀξυτόμου γένυν ἅρπης
  5. ἄγγελον ἀμητοῖο, δέμας δʼ ἐσφίγγετο κούρη
  6. ἀργενναῖς ὀθόνῃσιν, ἑλισσομένης δὲ χορείῃ
  7. φαίνετο λεπταλέοιο διʼ εἵματος ὄργια μηρῶν,
  8. καὶ νοτεροὺς ἱδρῶτας ἀνιεμένοιο προσώπου
  9. θερμοτέρῳ Φαέθοντι καθικμαίνοντο παρειαί·
  10. ἄλλη δʼ εὐαρότοιο προηγήτειρα χορείης
  11. θαλλὸν ἐλαιήεντα λιπότριχι δήσατο κόρσῃ
  12. ἑπταπόρου ποταμοῖο διάβροχον ὕδασι Νείλου,
  13. καὶ ψεδνὴν μεθέπουσα μαραινομένην τρίχα κόρσης
  14. καρφαλέον δέμας εἶχεν, ἐπεὶ φθινοπωρὶς ἐοῦσα
  15. φυλλοχόοις ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην·
  16. οὔ πω γὰρ χρυσέων ἑλίκων πλεκτοῖσι κορύμβοις
  17. βότρυες ἀμπελόεντες ἐπέρρεον αὐχένι νύμφης,
  18. οὐδέ μιν οἰνωθεῖσα φιλακρήτῳ παρὰ ληνῷ
  19. πορφυρέης ἐμέθυσσε Μαρωνίδος ἰκμὰς ἐέρσης,
  20. οὐδὲ παλινδίνητος ἀνέδραμε κισσὸς ἀλήτης·