Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὔ πω ἐμὸς σελάγιζεν Ἑωσφόρος· ἀλλὰ ῥεέθροις
  2. καρποῦ δυομένοιο, τί μοι φάος εἰσέτι λεύσσειν;
  3. νηιάδες, φθέγξασθε, τίς ἔσβεσε φέγγος Ἐρώτων;
  4. δηθύνεις ἔτι, κοῦρε; τί σοι τόσον εὔαδεν ὕδωρ;
  5. κρείσσονα μὴ φίλον εὗρες ἐν ὕδασι, τῷ παραμίμνων
  6. δειλαίου Καλάμοιο πόθους ἔρριψας ἀήταις;
  7. εἰ μία Νηιάδων σε δυσίμερος ἥρπασε Νύμφη,
  8. ἔννεπε, καὶ πάσῃσι κορύσσομαι· εἰ δέ σε τέρπει
  9. γνωτῆς ἡμετέρης γαμίων ὑμέναιος Ἐρώτων,
  10. εἰπέ, καὶ ἐν προχοῇσιν ἐγὼ σέο παστὸν ἀνάψω.
  11. Καρπέ, παραπλώεις με λελασμένος ἠθάδος ὄχθης;
  12. κάμνον ἐγὼ καλέων σε, καὶ οὐ βοόωντος ἀκούεις.
  13. εἰ Νότος, εἰ θρασὺς Εὖρος ἐπέπνεεν, αὐτὸς ἀλάσθω
  14. νηλειὴς ἀχόρευτος, ἀτάσθαλος ἐχθρὸς Ἐρώτων·
  15. εἰ βορέης σε δάμασσεν, ἐς Ὠρείθυιαν ἱκάνω.
  16. εἰ δέ σε κῦμα κάλυψε καὶ οὐκ ᾐδέσσατο μορφήν,
  17. καί σε πατὴρ ἐμὸς εἷλεν ἀφειδέι κύματος ὁλκῷ,
  18. ὕδασιν ἀνδροφόνοισιν ἑὸν καὶ παῖδα δεχέσθω,
  19. καὶ Κάλαμον κρύψειεν ὀλωλότος ἐγγύθι Καρποῦ.
  20. ἀλλὰ πεσὼν προκάρηνος, ὅπῃ θάνε Καρπὸς ἀλήτης,