Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες·
  2. πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων,
  3. οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω·
  4. ἄλλοι θῆρες ἔασιν, ὅλης δʼ ἐπιήρανος ἄγρης
  5. Αρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει·
  6. νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν·
  7. εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας
  8. πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσω
  9. κάπρον ἔτι ζώοντα λελειμμένον ἰοχεαίρῃ·
  10. εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ
  11. ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην.
  12. ὣς ὁ μὲν ἐστενάχιζεν. ἔρως δέ οἱ ἐγγύθεν ἔστη
  13. Σειληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν,
  14. θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας
  15. γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ·
  16. καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν·
  17. Ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων
  18. εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας,
  19. λησάμενος φθιμένοιο· παλαιοτέροιο γὰρ αἰεὶ
  20. φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος· οὐ γὰρ ὀλέσσαι