Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὁ χρόνος οἶδεν ἔρωτα, καὶ εἰ μάθε πάντα καλύπτειν.
  2. εἰ δὲ τεῆς ἐθέλεις ὀδυνήφατον ἄλκαρ ἀνίης,
  3. φέρτερον ἄμφεπε παῖδα· πόθος πόθον οἶδε μαραίνειν.
  4. καὶ Ζέφυρον κλονέεσκε Λάκων νέος· ἀλλὰ θανόντος
  5. ἡβητὴν Κυπάρισσον ἰδὼν ἐρατεινὸς Ἀήτης
  6. εὗρεν Ἀμυκλαίοιο παραιφασίην Ὑακίνθου.
  7. ἤν ἐθέλῃς, ἐρέεινε φυτηκόμον· ἐν δαπέδῳ γὰρ
  8. κείμενον ἀθρήσας κεκονιμένον ἄνθος ἀροτρεὺς
  9. φάρμακον ὀλλυμένοιο νεώτερον ἄλλο φυτεύει.
  10. κλῦθι, παλαιγενέων μερόπων ἵνα μῦθον ἐνίψω·
  11. ἁβρὸς ἔην ποτὲ κοῦρος, ὑπέρτερος ἥλικος ἥβης,
  12. Μαιάνδρου παρὰ χεῦμα πολυσχιδέος ποταμοῖο,
  13. εἴδεϊ λεπταλέῳ ταναός, πόδας ὀξύς, ἐθείρας
  14. ἰθυτενής, ἀνίουλος· ἐπʼ ἀμφοτέραις δὲ παρειαῖς
  15. αὐτοφυὴς Χάρις ἦεν ἐπισκαίρουσα προσώπῳ
  16. ὄμμασιν αἰδομένοισιν, ἀπὸ βλεφάρων δέ οἱ αἰεὶ
  17. κάλλος ὀιστεύοντος ἑκηβόλος ἔρρεεν αἴγλη·
  18. καὶ δέμας εἶχε γάλακτι πανείκελον, ἀμφὶ δὲ λευκῷ
  19. ἀκροφανὲς πόρφυρε ῥόδον διδυμόχροϊ πυρσῷ.
  20. τὸν Κάλαμον καλέεσκε πατὴρ φίλος, ὃς διὰ γαίης