Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄμματά μοι παρέασι, καὶ οὐ στενάχοντα δοκεύω·
  2. νηπενθὴς Διόνυσος, ἐμοὶ μὴ δάκρυα λείβῃς,
  3. ἀλλὰ τεὸν λίπε πένθος, ἐπεὶ φονίῃ παρὰ πηγῇ
  4. νηιάδες στενάχουσι καὶ οὐ Νάρκισσος ἀκούει,
  5. Ἡλιάδων Φαέθων κινυρὴν οὐκ οἶδεν ἀνίην.
  6. ὤμοι, ὅτʼ οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρά κεν εἴην
  7. σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδʼ ἐνὶ Λήθῃ
  8. ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσω.
  9. εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων
  10. οὔνομα παιδὸς ἔχων πεφιλημένον· αἴθε καὶ αὐτὸς
  11. εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων.
  12. ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις;
  13. εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις
  14. κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δʼ ἐνὶ λόχμῃ
  15. ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη.
  16. εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ,
  17. φθέγγεο Σειληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω.
  18. εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω,
  19. πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων
  20. Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω,