Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μειλιχίων ἀδόνητος ἐμάστιες ἅρμα δρακόντων.
  2. οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις,
  3. οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις,
  4. οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ.
  5. ὤμοι, ὅτʼ οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδʼ ἐπὶ νεκρῷ
  6. δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου,
  7. ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω·
  8. ὤμοι, ὅτʼ οὐκ Ἀίδης ποτὲ πείθεται· ἢν δʼ ἐθελήσῃ,
  9. ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο
  10. δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ
  11. ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν
  12. ἀφνειῆς τʼ Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ
  13. παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω.
  14. ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν· ἐν δὲ κονίῃ
  15. κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ·
  16. Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων,
  17. ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην,
  18. ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ·
  19. τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις;
  20. οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω,