Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὔ πώ μοι, φίλε κοῦρε, τεὸν στόμα κάλλιπε Πειθώ,
  2. ἀλλὰ σέθεν φθιμένοιο καὶ ἄπνοα χείλεα ναίει·
  3. καὶ νέκυός περ ἐόντος ἔτι στίλβουσι παρειαί,
  4. ὀφθαλμοὶ γελόωσι καὶ εἰσέτι, διχθαδίης δὲ
  5. εἰσέτι σῆς παλάμης χιονώδεές εἰσιν ἀγοστοί,
  6. σοὺς δʼ ἐρατοὺς πλοκάμους λιγυροὶ δονέουσιν ἀῆται·
  7. οὐ ῥόδα σῶν μελέων θανατηφόρος ἔσβεσεν ὥρη,
  8. ἀλλʼ ἔτι σοι τάδε πάντα φυλάσσεται. ὤμοι Ἐρώτων,
  9. τί χρέος ἦν, ἵνα ταῦρον ἀμείλιχον ἡνιοχεύσῃς;
  10. εἴ σε διεπτοίησεν ἀελλοπόδων πόθος ἵππων,
  11. τίπτέ μοι οὐκ ἀγόρευες, ὅπως ἀπὸ γείτονος Ἴδης
  12. ἐνθάδε δίφρον ἄγοιμι, καὶ ἀρχαίης ἀπὸ φύτλης
  13. Τρώιον εἰς σὲ κόμιζον ἐπουρανίων γένος ἵππων
  14. πατρίδα συλήσας Γανυμήδεος, ὃν τρέφεν Ἴδη
  15. σοὶ δέμας ἶσον ἔχοντα, τὸν ἀνδροφόνων ἀπὸ ταύρων
  16. φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς·
  17. εἰ ἐτεὸν μενέαινες ἐν οὔρεσι θῆρας ἐναίρειν,
  18. τίπτέ μοι οὐ κατέλεξας, ὅτι χρέος ἔπλετο δίφρου;
  19. καί κεν ἐμῆς ἤλαυνες ἀπήμονα κύκλον ἀπήνης,
  20. καί κεν ἐμῆς ἄψαυστα δεδεγμένος ἡνία Ῥείης