Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φάρμακον ἡβητῆρος ἐπώνυμον ἄνθος ἀείρει,
  2. αἴλινον ἐν πετάλοισιν ἐπιγράψας ὑακίνθου·
  3. ποῖον ἔχω πλοκάμοις καὶ ἐγὼ στέφος, ἢ τίνα πάλλω
  4. ἄνθεα φωνήεντα, παρήγορα παιδὸς ἀνίης;
  5. ἀλλὰ τεοῦ θανάτου τιμήορος εἰς φόνον ἕλκων
  6. ἄξομαι εἰς σέο τύμβον, ἀώριε, ταῦρον ἀλήτην.
  7. οὐ μὲν ἐγὼ βουπλῆγι τεὸν κτείνοιμι φονῆα,
  8. ὄφρα λάχῃ μόρον ἶσον ἀρασσομένοιο μετώπου
  9. ταύροις σφαζομένοισιν, ἀναρρήξαιμι δὲ πικρὴν
  10. ταύρου γαστέρα πᾶσαν ἐμῆς γλωχῖνι κεραίης,
  11. ὅττι τανυκραίρῳ σε κατεπρήνιξεν ἀκωκῇ.
  12. ὄλβιος Ἐννοσίγαιος, ἐπεί τινα γείτονα πάτρης
  13. παιδὸς ἐμοῦ Φρύγα κοῦρον ἐφίλατο, τὸν δὲ κομίζων
  14. χρύσεον εἰς Διὸς οἶκον ἀνήγαγεν ἀστὸν Ὀλύμπου,
  15. καί οἱ, ὅτε σπεύδεσκεν ἐς ἱπποσύνην Ἀφροδίτης,
  16. ὤπασεν ἄβροχον ἅρμα γαμοστόλον Ἱπποδαμείης.
  17. μοῦνος ἐγὼ νέον ἔσχον ἀώριον· ἱμερόεις γὰρ
  18. ἄμπελος οὐ γάμον εἶδε βιοσσόον, οὐδʼ ἐπὶ παστῷ
  19. νυμφιδίην νέος οὗτος ἐμὴν ἔζευξεν ἀπήνην,
  20. ἀλλὰ θανὼν λίπε πένθος ἀπενθήτῳ Διονύσῳ.