Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο μάρτυρι νεκρῷ
  2. λοίσθιον· ἀμβροσίην δὲ λαβὼν παρὰ μητέρι Ῥείῃ
  3. ὠτειλαῖς ἐπέχευεν, ὅθεν νέος εἶδος ἀμείψας
  4. ἀμβροσίην εὔοδμον ἑῇ μετέθηκεν ὀπώρῃ.
  5. καὶ νέκυος χαρίεντος ὑπὲρ δαπέδοιο ταθέντος
  6. οὐ χλόος ἀμφεχύθη ῥοδόεν δέμας· ὠκυμόρου δὲ
  7. καὶ πλόκαμοι χαρίεντες ἐρωτοτόκοιο καρήνου
  8. αὔραις φειδομένῃσιν ἐπαιθύσσοντο προσώπῳ·
  9. ἦν δέ τις ἱμερόεις κεκονιμένος. ἀμφὶ δὲ νεκρῷ
  10. Σειληνοὶ στενάχιζον, ἐπωδύροντο δὲ Βάκχοι.
  11. οὐδέ ἑ κάλλος ἔλειπε, καὶ εἰ θάνεν· ὡς Σάτυρος δὲ
  12. κεῖτο νέκυς, γελόωντι πανείκελος, οἷά περ αἰεὶ
  13. χείλεσιν ἀφθόγγοισι χέων μελιηδέα φωνήν.
  14. καὶ νέκυν εἰσορόων κινυρὴν ἀνενείκατο φωνὴν
  15. νηπενθὴς Διόνυσος, ἔχων ἀγέλαστον ὀπωπήν·
  16. Μοιράων πεσέτω φθονερὸν λίνον· ἦ ῥα καὶ αὐτοὶ
  17. ταῦροι ἐπʼ ἠιθέοις ζηλήμονες ὥς περ ἀῆται;
  18. τίς Ζέφυρος μετὰ Φοῖβον ἐπέχραε καὶ Διονύσῳ;
  19. ὄλβιος ἔπλετο Φοῖβος Ἀτύμνιος· ἠιθέου γὰρ
  20. ἔλλαχεν οὔνομα τοῦτο· Θεραπναίου δὲ καὶ αὐτοῦ