Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων
- γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου
- δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου·
- καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων,
- εὐχαίτην ἅτε πῶλον, ἐὸν μάστιζε φορῆα.
- καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ·
- Εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
- ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.
- τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ.
- καὶ φθονερῆς σκοπίαζε διʼ ἠέρος ὄμμα Σελήνης
- Αμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ,
- καί οἱ πέμπε μύωπα βοοσσόον· αὐτὰρ ὁ πικρῷ
- ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ
- δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ.
- καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ
- ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις,
- ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ·
- Σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις·
- μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης,
- πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ.