Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην·
  2. μὴ φθονέῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει.
  3. εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου,
  4. οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος,
  5. ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου,
  6. εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις,
  7. ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης·
  8. ναί, λίτομαι, φίλε ταῦρε· παραιφασίην δὲ νοήσω,
  9. πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου.
  10. εἰ τεὸν ἡνιοχῆα κερασφόρον ἠπεροπεύεις
  11. εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ,
  12. γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ·
  13. ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου,
  14. ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.
  15. τοῖον ἔπος ῥοδόεις νέος ἔννεπεν Ἄιδι γείτων
  16. δύσμορος· ἀίσσων δὲ ποδῶν διδυμάονι χηλῇ
  17. οὔρεος ἄκρα κάρηνα δυσέμβατα λυσσαλέος βοῦς
  18. ἡβητὴν προκάρηνον ἑῶν ἀπεσείσατο νώτων·
  19. ἤριπε δʼ αὐτοκύλιστος· ἐπʼ ἀστραγάλου δὲ πεσόντος
  20. λεπτὸν ὑποτρίζων ἐδιχάζετο δόχμιος αὐχήν·