Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἵστατο γινώσκοντι πανείκελος· οὐδὲ μετώπου
  2. λοξὸν ἑὸν κέρας εἶχεν· ἀμαιμακέτοιο δὲ ταύρου
  3. πυκνὸν ἐρευγομένοιο ποτὸν πολυχανδέι λαιμῷ
  4. ἡβητὴν ἐδίηνε κατάρρυτος ἰκμὰς ἐέρσης,
  5. ἐσσομένων ἅτε μάντις, ὅτι χθονίῳ βόες ὁλκῷ
  6. ἀμφὶ μιῇ μογέοντες ἀτέρμονι κυκλάδι νύσσῃ
  7. ὕδασιν ἀμπελόεσσαν ἐπαρδεύουσιν ὀπώρην.
  8. καὶ θρασὺς ἵστατο κοῦρος ὑπὲρ βοέοιο μετώπου
  9. ἀμφάφόων ἐπίκυρτον ἀταρβέι χειρὶ κεραίην·
  10. καὶ βοὸς ὑλονόμοιο τεθηγμένος ἡδέι κέντρῳ
  11. ἤθελεν ἄζυγα ταῦρον ὀρίδρομον ἡνιοχεύειν.
  12. δρεψάμενος δὲ πέτηλα βαθυσχοίνῳ παρὰ ποίῃ
  13. ψευδαλέην χλοεροῖσι λύγοις ἔπλεξεν ἱμάσθλην
  14. μόσχοις ὀξυτέροισι, πολυστρέπτῳ δὲ κορύμβῳ
  15. γνάμψας ἀγκύλα κύκλα τύπον ποίησε χαλινοῦ·
  16. καὶ δροσεροῖς πετάλοισι δέμας διεκόσμεε ταύρου,
  17. καὶ ῥόδα φοινίσσοντα πέριξ ἐπεδήσατο νώτῳ,
  18. καὶ κρίνα καὶ νάρκισσον ἐπῃώρησε μετώπῳ,
  19. αὐχένι πορφύρουσαν ἐπικρεμάσας ἀνεμώνην·
  20. καὶ διδύμην ἑκάτερθε κατεχρύσωσε κεραίην