Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλʼ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτης
  2. ἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ
  3. ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳ
  4. παιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν,
  5. μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης·
  6. Καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου·
  7. ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ·
  8. ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ
  9. μητέρα καὶ νέον υἷα, τὸν ἔτρεφον εἰν ἑνὶ κόλπῳ
  10. σύντροφον ὑμετέροιο θεηγενέος Διονύσου.
  11. τέκνον, Ἀναγκαίη μεγάλη θεός· εἰς τίνα φεύγεις;
  12. ποῖον ὄρος δέχεταί σε πεφυγμένον ἐγγύθι πόντου;
  13. τίς σκοτίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών;
  14. τίς βροτὸς οἰκτείρει σε, τὸν οὐ γενέτης ἐλεαίρει;
  15. ἢ ξίφος ἤ σε θάλασσα δεδέξεται· εἴ περ ἀνάγκη,
  16. λώιον ἐν πελάγεσσι δαμήμεναι ἠὲ μαχαίρῃ.
  17. οἶδα, πόθεν τόδε πῆμα τεῇ κεκύλιστο τεκούσῃ,
  18. οἶδα, πόθεν· νεφέλη γὰρ Ἐρινύας εἰς ἐμὲ πέμπει,
  19. ὄφρα θάνω κατὰ πόντον, ὅπῃ πέσε παρθένος Ἕλλη.
  20. ἔκλυον ἠερόθεν πεφορημένον εἰς χθόνα Κόλχων