Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φάσματι νεβρωθεῖσαν· ἀσημάντου δὲ προσώπου
  2. αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων,
  3. ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης,
  4. παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου,
  5. μητέρα μαστεύων, στροφάδας δʼ ἐλέλιζεν ὀπωπάς.
  6. οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε· φοιταλέος δὲ
  7. ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ
  8. κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ
  9. νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην,
  10. στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι,
  11. εἰς μέσον υἱέα θῆκεν· ἀναπτομένοιο δὲ πυρσοῦ,
  12. φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ.
  13. Παππάζων δʼ ἰάχησεν ἑὸς πάις, οὐδέ τις αὐτῷ
  14. ἀμφιπόλων χραίσμησεν· ἀελλήεσσα δὲ μήτηρ
  15. ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων
  16. ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ·
  17. καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην
  18. Λευκοθέη πεφάτιστο φερώνυμος· ἐκ δὲ μελάθρου
  19. αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων
  20. ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ.