Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἅρπαγος ἀρνειοῖο μετήορον ἡνιοχῆα
  2. Φρίξον ἔτι ζώειν μετανάστιον· αἴθε καὶ αὐτὸς
  3. χρυσοπόκου κριοῖο μετάρσιον οἶμον ὁδεύοι
  4. υἱὸς ἐμὸς λιπόπατρις ἀλυσκάζων Μελικέρτης·
  5. αἴθε δὲ καὶ μετὰ Φοῖβον ἐποικτείρων σέθεν Ἰνὼ
  6. ξεινοδόκος Γλαύκοιο Ποσειδάων σε σαώσῃ.
  7. δείδια, μὴ μετὰ πότμον ἀτυμβεύτοιο Λεάρχου
  8. νεκρὸν ἄθαπτον ἄδακρυν ὀλωλότα καὶ σὲ νοήσω
  9. αἱμαλέῃ γενετῆρος ἐπισπαίροντα μαχαίρῃ.
  10. σπεῦδε φυγεῖν Ἀθάμαντα μεμηνότα, μηδὲ νοήσῃς
  11. παιδοφόνον γενετῆρα τεῆς ὀλετῆρα τεκούσης.
  12. δέξό με καὶ σύ, θάλασσα, μετὰ χθόνα· δέχνυσο, Νηρεῦ,
  13. χειρὶ φιλοξείνῳ μετὰ Περσέα καὶ Μελικέρτην·
  14. δέχνυσο καὶ Δανάης μετὰ λάρνακα σύμπλοον Ἰνώ.
  15. ἄξια δυσσεβίης καὶ ἐγὼ πάθον, ὅττι καὶ αὐτὴν
  16. ἄσπορον ἡμετέρην γενεὴν ποίησε Κρονίων,
  17. ἄσπορον ὡς ἐτέλεσσα φερέσβιον αὔλακα γαίης·
  18. μητρυιή τις ἐοῦσα νόθην Ἀθαμαντίδα φύτλην
  19. ἀμῆσαι προβέβουλα, καὶ εἰς ἐμὲ χώεται Ἥρη
  20. μητρυιὴ γεγαυῖα νεοτρεφέος Διονύσου.