Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἤθελε Τισιφόνης ὀφιώδεα βόστρυχα τέμνειν.
  2. καὶ κενεοῖς ὀάροισιν ὁμίλεε γείτονι τοίχῳ
  3. παπταίνων σκιόεσσαν ἐπίκλοπον εἰκόνα μορφῆς
  4. Ἀρτέμιδος, καὶ κοῦφον ἰδὼν εἴδωλον ὀπωπαῖς
  5. φάσμασιν ἀντιτύποισιν ἐς ἵμερον ἤλυθεν ἄγρης.
  6. ὀψὲ δὲ ποικιλόδακρυς ἔτος μέτα τέτρατον Ἰνὼ
  7. νόστιμος εἰς δόμον ἦλθεν· ὀπιπεύουσα δὲ νύμφη
  8. καὶ πόσιν οἰστρηθέντα καὶ ἀρσενόπαιδα Θεμιστὼ
  9. διπλόον ἄλγος ἔδεκτο. καὶ οὐ γίνωσκεν ἀκοίτης
  10. εὐνέτιν ἀθρήσας χρονίην παλινάγρετον Ἰνώ·
  11. ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης
  12. εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ,
  13. υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον· ἰθυτενὲς δὲ
  14. τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ,
  15. ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ,
  16. θηρείοις μελέεσσιν ὁμοίιον· αὐτὰρ ὁ φεύγων
  17. ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων.
  18. χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων
  19. παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε βελέμνῳ·
  20. καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ