Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἢν ἐθέλῃς, ἀγάπαζε λιπὼν ἕνα παῖδα Λυαίῳ.
  2. τοῖον ἔπος κατέλεξε πόθου δεδονημένος οἴστρῳ·
  3. οὐχ οὕτω λασίης Μαγνησσίδος ἔνδοθεν ὕλης
  4. βουκόλος Ἀδμήτοιο βόας ποίμαινεν Ἀπόλλων,
  5. παιδὸς ἐρωτοτόκου βεβολημένος ἡδέι κέντρῳ,
  6. ὅσσον ἐπʼ ἠιθέῳ φρένα τέρπετο Βάκχος ἀθύρων.
  7. ἄμφω δʼ ἑψιόωντο συνήλυδες ἔνδοθι λόχμης,
  8. πῇ μὲν ἀκοντίζοντες ἐς ἠέρα θύρσον ἀλήτην,
  9. πῇ δὲ παρὰ πλαταμῶνα λιπόσκιον, ἄλλοτε πέτραις
  10. ἔστιχον ἀγρώσσοντες ὀρίτροφα τέκνα λεόντων·
  11. καί ποτε μουνωθέντες ἐρημάδος ὑψόθεν ὄχθης,
  12. ἐν ψαμάθοις παίζοντες ἐυκροκάλου ποταμοῖο,
  13. ἀμφῖ παλαισμοσύνης φιλοπαίγμονος εἶχον ἀγῶνα·
  14. τοῖσι μὲν οὐ τρίπος ἦεν ἀέθλιον, οὐδʼ ἐπὶ νίκῃ
  15. ἀνθεμόεις παρέκειτο λέβης, οὐ φορβάσες ἵπποι,
  16. ἀλλὰ λιγυφθόγγων διδυμόθροος αὐλὸς Ἐρώτων.
  17. ἀμφοτέροις δʼ ἔρις ἦεν ἐπήρατος· ἐν δʼ ἄρα μέσσῳ
  18. ἵστατο μάργος Ἔρως, πτερόεις ἐναγώνιος Ἑρμῆς,
  19. στέμμα πόθου νάρκισσον ἐπιπλέξας ὑακίνθῳ.
  20. ἄμφω δʼ εἰς μέσον ἦλθον ἀεθλητῆρες Ἐρώτων,