Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ,
  2. Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην,
  3. δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου,
  4. καὶ στεροπὴν γενετῆρος ἀερτάζοι καὶ Ἀπόλλων·
  5. μεῖον ἐμοί, φίλε, λῆμα, φιλοσκάρθμῳ Διονύσῳ·
  6. καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ἐλάχειαν ἀείρειν,
  7. μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ.
  8. ναίω Μαιονίην· τί γὰρ αἰθέρι καὶ Διονύσῳ;
  9. κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου.
  10. εἰπέ, πάτερ, μὴ κρύπτε· τεὸς νέος ὅρκιος ἔστω·
  11. αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴσης
  12. φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ,
  13. τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ
  14. αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων;
  15. Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε· μή μοι ἐνίψῃς
  16. Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων,
  17. ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου
  18. ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει·
  19. Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ
  20. ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας,