Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ παλάμας στεφανηδὸν ἑλιξάμενοι διὰ νώτου,
  2. ἀμφοτέρων σφίγξαντες ἐπʼ ἰξύι δεσμὸν ἀγοστῶν,
  3. πλευρὰ διεσφήκωσαν ὁμόζυγι πήχεος ὁλκῷ,
  4. καὶ δέμας ἀλλήλων ἀνεκούφισαν ὑψόθι γαίης
  5. χερσὶν ἀμοιβαίῃσι· καὶ ἥπτετο Βάκχος Ὀλύμπου
  6. ἀμφὶ παλαισμοσύνης μελιηδέος, εἶχε δὲ δισσὴν
  7. τερπωλὴν ἐρόεσσαν, ἀειρόμενος καὶ ἀείρων---
  8. καὶ παλάμην Βρομίου παλάμης περὶ καρπὸν ἑλίξας,
  9. χερσὶ συναπτομέναις ἑτερόζυγον ἅμμα πιέζων,
  10. διχθαδίῳ συνέεργεν ἀρηρότα δάκτυλα δεσμῷ,
  11. δεξιτερὴν ἐθέλοντος ἐπισφίγγων Διονύσου.
  12. ἔνθα μὲν ἡβητῆρος ἐπʼ ἰξύι χεῖρας ἑλίσσων,
  13. Βάκχος ἐρωμανέεσσι δέμας παλάμῃσι πιέζων,
  14. ἄμπελον ἠέρταζεν, ὁ δὲ Βρομίοιο τυχήσας
  15. κόψε ποδὸς κώληπα· καὶ Εὔιος ἡδὺ γελάσσας,
  16. ἥλικος ἠιθέοιο τυπεὶς ἁπαλόχροϊ ταρσῷ,
  17. ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·
  18. καὶ χθονὶ κεκλιμένοιο θελήμονος ὑψόθι Βάκχου
  19. γυμνῇ νηδύι κοῦρος ἐφίζανεν· αὐτὰρ ὁ χαίρων
  20. ἐκταδὸν ἔνθα καὶ ἔνθα χυθεὶς ἐπεκέκλιτο γαίῃ