Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀνδρομέης κραδίης ταμίη, φιλοτήσιε Πειθώ,
  2. μοῦνος ἐμοὶ νέος οὗτος ἐπήρατος ἵλαος εἴη·
  3. καί μιν ἔχων, ἅτε Βάκχος, ὁμέψιον οὐ μενεαίνω
  4. αἰθέρα ναιετάειν μετανάστιος, οὐ θεὸς εἶναι
  5. ἤθελον, οὐ Φαέθων φαεσίμβροτος, οὐ πόθον ἕλκω
  6. νέκταρος, ἀμβροσίης δʼ οὐ δεύομαι· οὐκ ἀλεγίζω,
  7. ἄμπελος εἰ φιλέει με καὶ ἐχθαίρει με Κρονίων.
  8. ὣς ὁ μὲν ἀμφιέπων ὑποκάρδιον ἰὸν Ἐρώτων
  9. κρυπτὸν ἀνηΰτησεν ἔπος ζηλήμονι φωνῇ,
  10. θαύματι φίλτρον ἔχων κεκερασμένον. ἀλλὰ καὶ αὐτὸς
  11. Εὔιος, ἠιθέου βεβολημένος ἡδέι κέντρῳ,
  12. ἴαχε μειδιόων Κρονίδῃ, δυσέρωτι τοκῆι·
  13. Νεῦσον ἐμοὶ φιλέοντι μίαν χάριν, ὦ Φρύγιε Ζεῦ·
  14. νηπιάχῳ μὲν ἔειπεν ἐμὴ τροφὸς εἰσέτι Ῥείη,
  15. ὡς στεροπὴν Ζαγρῆι πόρες, προτέρῳ Διονύσῳ
  16. εἰσέτι παππάζοντι, τεὴν πυρόεσσαν ἀκωκήν,
  17. καὶ βροντῆς κελάδημα καὶ ἠερίου χύσιν ὄμβρου,
  18. καὶ πέλε δεύτερος ἄλλος ἔτι βρέφος ὑέτιος Ζεύς·
  19. σεῖο δʼ ἐγὼ πρηστῆρος ἀναίνομαι αἰθέριον πῦρ,
  20. οὐ νέφος, οὐ βροντῆς ἐθέλω κτύπον· ἢν δʼ ἐθελήσῃς,