Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔτρεμε καὶ δυσέρωτα κυβερνητῆρα θαλάσσης,
  2. μὴ μετὰ Τανταλίδην χρυσέων ἐπιβήτορα δίφρων
  3. εἰς δρόμον ἠερόφοιτον ἄγων πτερόεσσαν ἀπήνην
  4. ἄμπελον ἁρπάξειεν ἐρωμανέων ἐνοσίχθων.
  5. καὶ γλυκὺν εἶχεν ὄνειρον ὀνειροτόκων ἐπὶ λέκτρων,
  6. καὶ φιλίους ὀάριζε νέῳ ψευδήμονι μύθους
  7. μιμηλῆς ὁρόων σκιοειδέα φάσματα μορφῆς.
  8. εἰ δέ τί οἱ δύσμορφον ἐπήρατος εἶχεν ὀπωπή,
  9. ἱμερόεν πέλε τοῦτο ποθοβλήτῳ Διονύσῳ,
  10. φίλτερον ἡβητῆρος ὅλου χροός· εἰ δέ οἱ ἄκρη
  11. συμφερτὴ κεχάλαστο διʼ ἰξύος ὄρθιος οὐρή,
  12. καὶ μέλιτος γλυκεροῖο μελιχροτέρη πέλε Βάκχῳ·
  13. καὶ πλόκαμοι ῥυπόωντες ἀκηδέστοιο καρήνου
  14. αὐτοὶ μᾶλλον ἔτερπον ἐρωμανέοντος ὀπωπήν.
  15. ἤματι μὲν κεχάρητο συνέμπορος· ἄχνυτο δʼ αἰεὶ
  16. νυκτὸς ἐπερχομένης, ὅτε μηκέτι παιδὸς ἀκούων
  17. οὔασι θελγομένοισιν ἐθήμονα δέχνυτο φωνήν,
  18. Ῥείης ὀβριμόπαιδος ἐνὶ σπήεσσιν ἰαύων.
  19. καί μιν ἰδὼν Σατύρων τις ἐθέλγετο θέσπιδι μορφῇ,
  20. καὶ κρυφίην ἐρόεσσαν ὑποκλέπτων φάτο φωνήν·