Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Σατύρῳ παίζοντι συνέπλεκε χεῖρα χορεύων,
  2. δόχμιον ἐκ ταρσοῖο μετήλυδα ταρσὸν ἀμείβων,
  3. Βάκχος ὀπιπεύων φθονερῇ δεδόνητο μερίμνῃ.
  4. εἴ ποτε Σειληνοῖσιν ὁμίλεεν, εἴ τινι κούρῳ
  5. ἥλικι θηρητῆρι συνέτρεχεν εἰς δρόμον ἄγρης,
  6. ζηλήμων Διόνυσος ἐρήτυε, μή τις ὀιστῷ
  7. βλήμενος ἰσοτύπῳ φρενοθελγέι λάτρις Ἐρώτων
  8. παιδὸς ἐλαφρονόοιο παραπλάγξειε μενοινήν,
  9. καὶ νέον ἱμερόεντα μεταστήσειε Λυαίου,
  10. ἀρτιθαλὴς ἅτε κοῦρος ὁμόχρονον ἥλικα τέρπων.
  11. ἀλλʼ ὅτε θύρσον ἄειρε καταντία λυσσάδος ἄρκτου
  12. ἢ βριαρῷ νάρθηκα κατηκόντιζε λεαίνης,
  13. εἰς δύσιν ὄμμα τίταινε ἐς ἠέρα λοξὰ δοκεύων,
  14. μὴ Ζεφύρου πνεύσειε πάλιν θανατηφόρος αὔρη,
  15. ὡς πάρος ἡβητῆρα κατέκτανε πικρὸς ἀήτης
  16. δίσκον ἀκοντιστῆρα καταστρέψας Ὑακίνθου·
  17. δείδιε, μὴ Κρονίδης ἐρασίπτερος ὄρνις Ἐρώτων
  18. ἀπροΐδὴς ἀκίχητος ὑπὲρ Τμώλοιο φανείη
  19. φειδομένοις ὀνύχεσσιν ἐς ἠέρα παῖδα κομίζων,
  20. Τρώιον οἷά τε κοῦρον ἑῶν δρηστῆρα κυπέλλων·