Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ μέλος ἔπλεκε κοῦρος, ἐτέρπετο Βάκχος ἀκούων·
  2. εἰ νέος ἐκτὸς ἔμιμνεν, ἀμειδέας ἔσχε παρειάς·
  3. εἰ Σάτυρος παρὰ δαῖτα φιλοσκάρθμοιο τραπέζης
  4. τύμπανα χερσὶν ἔτυπτε περίκροτον ἦχον ἀράσσων,
  5. καὶ νέος ἐκτὸς ἔην μεθέπων ἐλαφηβόλον ἄγρην,
  6. κούρου μὴ παρεόντος ἀναίνετο δίκτυπον ἠχώ·
  7. εἴ ποτε Πακτωλοῖο παρʼ ἀνθεμόεντι ῥεέθρῳ
  8. δηθύνων ἀνέμιμνεν, ὅπως ἐπιδόρπιον εἴη
  9. αὐτὸς ἑῷ βασιλῆι φέρων γλυκερώτερον ὕδωρ,
  10. κούρου νόσφι μένοντος ἱμάσσετο Βάκχος ἀνίῃ.
  11. εἰ θρασὺν αὐλὸν ἄειρε, Λιβυστίδος ὄργανον Ἠχοῦς,
  12. οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων,
  13. Μυγδόνος αὐλητῆρος ὀίετο Βάκχος ἀκούειν,
  14. ὃν τέκε θεῖος Ὕαγνις, ὃς εἰς κακὸν ἤρισε Φοίβῳ
  15. τρητὸν ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης·
  16. εἰ δὲ σὺν ἡβητῆρι μιῆς ἔψαυσε τραπέζης,
  17. κούρου φθεγγομένου πολυτερπέας εἶχεν ἀκουάς,
  18. παυομένου δὲ νέοιο κατηφέας εἶχε παρειάς·
  19. εἰ δὲ βαθυσκάρθμοιο πόθου πεφορημένος οἴστρῳ
  20. ἄμπελος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,