Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω·
  2. πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν
  3. φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος
  4. ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί.
  5. βουκόλε, μισθὸν ἔχοις σέο πηκτίδος· οὐράνιον γὰρ
  6. ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,
  7. ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω
  8. αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ·
  9. οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ
  10. στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος
  11. ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ
  12. πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει·
  13. στήσω δʼ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου
  14. σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ,
  15. ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ
  16. ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης.
  17. οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης
  18. αἰθερίαις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη.
  19. καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ
  20. ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ.