Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης
  2. φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων
  3. ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης.
  4. οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν,
  5. σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου.
  6. μολπῆς δʼ ἄξια δῶρα παρʼ ἀστεροφεγγέι κύκλῳ
  7. στηρίξω σέθεν ὄψιν Ὀλύμπιον, ἡδυμελῆ δὲ
  8. οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω.
  9. σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης·
  10. εἰ δέ σοι οὐ γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ
  11. ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης·
  12. μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης.
  13. εἰ δʼ ἔλαχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου,
  14. ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω·
  15. εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,
  16. δώσω σοι τόδε δῶρον. ἐγὼ δʼ ἐς Ὄλυμπον ὁδεύσω
  17. οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ
  18. ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη;
  19. ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην,
  20. γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου