Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ.
  2. ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας
  3. νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,
  4. καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπῳ δὲ
  5. ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου
  6. ἀγνώσσων· μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ
  7. ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν·
  8. Αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;
  9. καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,
  10. καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν·
  11. τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ;
  12. πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς
  13. ὄργανον αὐτοβόητον Ὀλύμπιον· ἑζόμενος δὲ
  14. χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς
  15. πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς·
  16. σῶν δʼ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ
  17. οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,
  18. ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων
  19. οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω.
  20. στήσω δʼ, ἢν ἐθέλῃς, φιλίην ἔριν· ἀλλά σὺ μέλπων