Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν,
  2. ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς·
  3. ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ
  4. ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί.
  5. πανδαμάτωρ, ἕνα βάλλε τεῷ πυρί, θελγόμενον δὲ
  6. σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων·
  7. Καδμείης δʼ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς
  8. ὅσσον ἐγὼ πόθον ἔσχου ἐς Εὐρώπης ὑμεναίους.
  9. ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρῳ,
  10. ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων
  11. Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ,
  12. κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης·
  13. καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,
  14. πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς
  15. οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων.
  16. ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ
  17. ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δʼ ἄντρου
  18. ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ
  19. τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν
  20. ἑσπόμενος μελέεσσιν· ἰδὼν δέ μιν ἐγγύθι λόχμης