Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς
- αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει
- αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ;
- δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ
- ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·
- δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν
- ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ
- ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης
- εἰς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων
- ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,
- μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,
- μὴ βροντήν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω
- μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ.
- εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,
- κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ
- θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων
- δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω
- ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.
- καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,
- τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.