Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω
  2. Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ,
  3. ἐξ ὅτε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας
  4. δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις,
  5. γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.
  6. ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου.
  7. Σιδονίης ποτὲ ταῦρος ἐπʼ ᾐόνος ὑψίκερως Ζεὺς
  8. ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ
  9. καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα,
  10. κυκλώσας παλάμας περὶ, γαστέρα δίζυγι δεσμῷ,
  11. βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς
  12. κυρτὸν ὑποστορέσας λοφίην ἐπιβήτορι κούρῃ,
  13. δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,
  14. Εὐρώπην ἀνάειρε· διεσσυμένοιο δὲ ταύρου
  15. πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ
  16. ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη
  17. δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ
  18. ἀστεμφὴς ἀδίαντος· ἰδὼν δέ μιν ἦ τάχα φαίης
  19. ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν ἐννοσιγαίου
  20. ἢ λοφίῃ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην·