Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πλόον εἰλιπόδην ἐπεθάμβεε κυανοχαίτης,
  2. τρίτων δʼ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων
  3. ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλῳ
  4. ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα
  5. θαῦμα φόβῳ κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,
  6. ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον· ἀκροβαφῆ δὲ
  7. ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη,
  8. καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης
  9. πηδάλιον κέρας ἔσχε, καὶ Ἵμερος ἔπλετο ναύτης.
  10. καὶ δολόεις Βορέης γαμίῃ δεδονημένον αὔρῃ
  11. φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρῳ δὲ
  12. ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῷ.
  13. ὡς δʼ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης,
  14. ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην,
  15. καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χεὶρ
  16. νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης
  17. ἡμιφανὴς πεφόρητο διʼ ὕδατος ὑγρὸς ὁδίτης,
  18. κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου
  19. δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή·
  20. ὣς ὅ γε νῶτον ἄειρε· τιταινομένοιο δὲ ταύρου