Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης
  2. μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης·
  3. εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν
  4. πόρδαλις ἀίξῃ πολυδαίδαλον εἶδος ἀμείβων,
  5. ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν
  6. πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων·
  7. εἰ δέμας ἰσάζοιτο τύπῳ συός, υἷα Θυώνης
  8. ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην,
  9. ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου·
  10. εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω
  11. κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου·
  12. εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων,
  13. μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ
  14. βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ.
  15. Ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ
  16. νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος
  17. σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς
  18. νεκταρέης, βυθίῃ δὲ παρʼ Εἰδοθέῃ καὶ Ὁμήρῳ
  19. φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ.
  20. εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ