Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φαίνεται, ἑσπερίην δέ θοώτερος ἄντυγα βαίνων
  2. σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα.
  3. ὣς ὁ μὲν ἐστήρικτο κατʼ οὐρανόν. οὐ δὲ Τυφωεὺς
  4. μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρῳ γὰρ
  5. Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσας
  6. φοιταλέῳ μαστῆρι διʼ οὔρεος ἤντετο Κάδμῳ
  7. πλαζομένῳ, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν
  8. ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.
  9. καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν
  10. δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν·
  11. πλέξας δʼ ἐκ καλάμων καλύβην, ἑλικώδεϊ δεσμῷ
  12. πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστῳ τινὶ μορφῇ
  13. ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου
  14. εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα·
  15. καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ
  16. δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου.
  17. ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης
  18. Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν·
  19. Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται·
  20. δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ