Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω;
  2. ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων
  3. Αργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων
  4. πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.
  5. ἡ μὲν ἔφη· Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν
  6. εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην·
  7. καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης
  8. μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ
  9. οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,
  10. καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ
  11. ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης
  12. ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.
  13. καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ·
  14. καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην
  15. κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ,
  16. Ζεὺς πόσις· ἀντέλλων δὲ παρὰ σφυρόν Ἡνιοχῆος
  17. νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,
  18. εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,
  19. ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ
  20. δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων