Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ.
  2. ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης,
  3. τόφρα δὲ Δικταίης ὑπὲρ ᾐόνος ὑγροπόρος βοῦς
  4. ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην.
  5. καὶ Κρονίδην ὁρόωσα πόθῳ δεδονημένον Ἥρη
  6. ζηλομανὴς γελόωντι χόλῳ ξυνώσατο φωνήν·
  7. Φοῖβε, τεῷ γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς
  8. Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην.
  9. αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω·
  10. τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.
  11. ὡς Νόμιος, κλυτότοξε, τεὸν ποίμαινε τοκῆα,
  12. μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη,
  13. μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος
  14. Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθλῃ.
  15. Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ,
  16. ὅττί σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσῃ
  17. ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρῳ παρακοίτῃ.
  18. Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνῃ,
  19. μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα,
  20. καὶ κιθάρην ὀπάσειε τεῷ πάλιν υἱέι Φοίβῳ