Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς
  2. ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ
  3. ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση·
  4. ἀστεροπὴ δʼ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ
  5. μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ·
  6. καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,
  7. ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,
  8. πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν
  9. ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ
  10. οὐρανίου ποθέοντες ἐθήμονα χεῖρα φορῆος.
  11. ὡς δʼ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ
  12. ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων
  13. πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ
  14. χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,
  15. οἰστρηθεὶς δʼ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,
  16. στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν,
  17. προσθιδίους προβλῆτας ἐκούφισε γούνατα πάλλων,
  18. καὶ λόφον ᾐώρησεν, ἐπʼ ἀμφοτέρων δέ οἱ ὤμων
  19. ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη·
  20. ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων