Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή.
  2. οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ
  3. οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς
  4. ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων.
  5. πυργώθη δὲ θάλασσα καὶ ὡμίλησεν Ὀλύμπῳ
  6. ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρῳ δὲ ῥεέθρῳ
  7. ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντῳ.
  8. καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς
  9. χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῷ
  10. νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης
  11. ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας·
  12. μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων
  13. ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπῳ
  14. ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί.
  15. καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην
  16. Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ·
  17. ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων
  18. χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς
  19. βριθοσύνῃ· παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων.
  20. ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς