Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις
  2. ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης·
  3. καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης
  4. χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος.
  5. ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι.
  6. καὶ στίχες οὐρανίων Ἑλίκων νωμήτορι κύκλῳ
  7. εἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῷ
  8. αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα,
  9. καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου,
  10. καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλῳ δὲ κυδοιμῷ
  11. ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων,
  12. ἀντιπόρους δʼ ἐκίχησαν ἀλήμονας· ἔβρεμε δʼ ἠχῇ
  13. οὐρανίῳ κενεῶνι πεπαρμένος ὄρθιος ἄξων
  14. μεσσοπαγής· ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν
  15. Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος
  16. φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης·
  17. καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος
  18. δίψιος ἀστερόεντι κύων ἐπεπάφλασε λαιμῷ
  19. πέμπων θερμὸν ὕλαγμα, καὶ ἠθάδος ἀντὶ λαγωοῦ
  20. θηρσὶ Τυφαονίῃσιν ἀνήρυγεν ἀτμὸν ὀδόντων.