Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ
  2. οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν
  3. πληιάδων ἀλάλαζε βοὴν ἑπτάστομος ἠχώ,
  4. καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται.
  5. σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν
  6. αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν
  7. γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,
  8. στικτὸν ἀκοντίζων σκολιὸν βέλος, ἀμφὶ δὲ πυρσῷ
  9. λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ
  10. ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί·
  11. καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος
  12. Τοξευτὴρ βέλος ἧκεν· ἁμαξαίῳ δʼ ἐνὶ κύκλῳ
  13. μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις
  14. αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης·
  15. γείτων δʼ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης
  16. πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης·
  17. γούνατι δʼ Εἰδώλοιο καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ
  18. φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.
  19. Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,
  20. καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων