Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου,
  2. καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης,
  3. αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῷ.
  4. καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου
  5. αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς
  6. νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων
  7. καὶ λόφον Ἀτλάντειον. ἐνὶ βρυόεντι δὲ κόλπῳ
  8. πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης
  9. εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων
  10. αὖ ἐρύσας στατὸν ἵππον ὑποβρυχίης παρὰ φάτνης
  11. οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην
  12. αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου
  13. ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι·
  14. πολλάκι δʼ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος
  15. ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων
  16. ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,
  17. καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῷ
  18. ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,
  19. λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης.
  20. οὐδὲ κορυσσομένῳ Τιτηνιὰς εἴκαθε Μήνη·